Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.18 Joseph. AJ 8.22 (English) >>Joseph. AJ 8.25

8.21

Ἤδη δὲ τὴν βασιλείαν βεβαίως ἔχων Σολόμων καὶ τῶν ἐχθρῶν κεκολασμένων ἄγεται τὴν Φαραώθου τοῦ τῶν Αἰγυπτίων βασιλέως θυγατέρα· καὶ κατασκευάσας τὰ τείχη τῶν Ἱεροσολύμων πολλῷ μείζω καὶ ὀχυρώτερα τῶν πρόσθεν ὄντων διεῖπε τὰ πράγματα λοιπὸν ἐπὶ πολλῆς εἰρήνης μηδʼ ὑπὸ τῆς νεότητος πρός τε δικαιοσύνην καὶ φυλακὴν τῶν νόμων καὶ μνήμην ὧν πατὴρ τελευτῶν ἐπέστειλε βλαπτόμενος, ἀλλὰ πάνθʼ ὅσα οἱ τοῖς χρόνοις προβεβηκότες καὶ πρὸς τὸ φρονεῖν ἀκμάζοντες μετὰ πολλῆς ἀκριβείας ἐπιτελῶν. 8.22ἔγνω δʼ εἰς Γιβρῶνα παραγενόμενος ἐπὶ τοῦ χαλκέου θυσιαστηρίου τοῦ κατασκευασθέντος ὑπὸ Μουσείου θῦσαι τῷ θεῷ καὶ χίλια τὸν ἀριθμὸν ὡλοκαύτωσεν ἱερεῖα. τοῦτο δὲ ποιήσας μεγάλως ἔδοξε τὸν θεὸν τετιμηκέναι· φανεὶς γὰρ αὐτῷ κατὰ τοὺς ὕπνους ἐκείνης τῆς νυκτὸς ἐκέλευσεν αἱρεῖσθαι, τίνας ἀντὶ τῆς εὐσεβείας παράσχῃ δωρεὰς αὐτῷ. 8.23Σολόμων δὲ τὰ κάλλιστα καὶ μέγιστα καὶ θεῷ παρασχεῖν ἥδιστα καὶ λαβεῖν ἀνθρώπῳ συμφορώτατα τὸν θεὸν ᾔτησεν· οὐ γὰρ χρυσὸν οὐδʼ ἄργυρον οὐδὲ τὸν ἄλλον πλοῦτον ὡς ἄνθρωπος καὶ νέος ἠξίωσεν αὑτῷ προσγενέσθαι, ταῦτα γὰρ σχεδὸν νενόμισται παρὰ τοῖς πλείστοις μόνα σπουδῆς ἄξια καὶ θεοῦ δῶρα εἶναι, ἀλλὰδός μοι φησί, δέσποτα, νοῦν ὑγιῆ καὶ φρόνησιν ἀγαθήν, οἷς ἂν τὸν λαὸν τἀληθῆ καὶ τὰ δίκαια λαβὼν κρίνοιμι.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.18 Joseph. AJ 8.22 (English) >>Joseph. AJ 8.25

Powered by PhiloLogic